Τρομοκρατικὴ προσβολὴ ὑπὸ τοῦ Βόκο Ἅραμ πεποιημένη
Οἱ τοῦ Βόκο Ἅραμ Ἰσλαμισταὶ δεκάδας Χριστιανῶν ἐν τῇ πόλει Μαδαγάλι ἀπεκτόνασι (αὕτη ἡ πόλις ἐν τῇ ἄρκτῳ τῆς Νιγερίας κεῖται), οὗ οἱ Ἰσλαμισταὶ ἀνθιστάμενοι τὴν ἀρχὴν νεωστὶ κατέλαβον· κατὰ δὲ τοὺς τὰ γενομένα μαρτυρήσαντας, οἱ τοῦ Βόκο Ἅραμ κεφαλοτομοῦσιν μὲν ὅντινα Χριστιανὸν ἂν λάβωσιν, τὰς δὲ γυναῖκας πρῶτον μὲν ἀναγκάζουσι μεταβάλλεσθαι ἐπὶ τὸ Ἰσλάμ, ἔπειτα δὲ αὐτὰς ὡς ἑαυτῶν γυναῖκας λαμβάνουσιν.
Περὶ δὲ τῆς ἐν τῇ Οὐκραίνᾳ καταστάσεως, αὕτη ἡ χώρα αὖθις βούλεται εἰς τὸν NATO εἰσιέναι (Ὀργανισμός Βορειο-ατλαντικοῦ Συμφώνου), ὃ καὶ ὁ πρόεδρος Βίκτωρ Ἰουσιένκο ἐπείρασε τῷ ἔτει 2004ῷ πράττειν. ἐὰν ἡ Οὐκραίνα εἰς τὸν ΝΑΤΟ εἰσίῃ, τῇ Ῥωσσίᾳ, νῦν συνεχῶς πρόφασιν πρὸς τὸ εἰσβαλεῖν ζητούσῃ, οὐκ ἔξεσται οὐδὲν ἄλλο ποιεῖν ἢ τῆς Οὐκραίνας ἐπιλανθάνεσθαι· χθὲς δὲ ἤγγειλεν ὁ πρόεδρος Ποροιζένκο ὅτι Ῥῶσσοι στρατιῶται εἰς τὴν Οὐκραίναν εἰσέλθοιεν ὡς τοῖς ἀνθισταμένοις βοηθήσοντες, διὰ δὲ τοῦτο τὴν εἰς τὸν ΝΑΤΟ εἴσοδον ἐπείγειν πειρᾷ.
Ἐν δὲ τῇ Συρίᾳ ἡ τῶν πολιτῶν ἔξοδος τοσαύτη γεγένηται ὥστε ἤδη τρία μὲν ἑκατομμύρια πολιτῶν ἐκ τῆς χώρας ἐξέφυγεν (τούτων οἱ πλεῖστοι εἰς τὴν Ἰορδανίαν), ἄλλοι δὲ ἓξ ἑκατομμύρια, καίπερ ἔτι ἐντὸς τῆς χώρας μένοντα, ἐκ τῶν οἰκιῶν ἐξέφυγεν· ἔξεστιν οὖν ἡμῖν τὸ σύμπαν ἅμα λαβοῦσιν διαβεβαιοῦσθαι ὅτι τὸ ἥμισυ πάντων τῶν τῆς Συρίας πολιτῶν τὰς ἑαυτῶν οἰκίας καταλελοίπασιν. ὁ ΟΗΕ (Ὀργανισμὸς Ἡνωμένων Ἐθνῶν) οὐκ οἶδε τί περὶ τοῦ Ἀσσᾶδ ποιεῖν δεῖ.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Παρακαλώ να γράφετε με Ελληνικούς χαρακτήρες και να είστε κόσμιοι στις εκφράσεις σας. Οποιοδήποτε άλλο σχόλιο με γκρικλις και ξένη γλώσσα θα διαγράφετε. Ευχαριστώ!