Ταχεῖς σιδηρόδρομοι ἐν τῇ Σίνῃ |
Ὁ σιδηρόδρομος διὰ τῆς τε Ῥωσσίας καὶ τοῦ Καναδοῦ πορεύοι ἄν
http://www.akwn.net/Ἡ Σίνα βούλεται ταχὺν σιδηρόδρομον κατασκευάζειν ὃς ἀπὸ τοῦ Πεκίνου εἰς τὸ Οὐάσιγκτον.... πορεύοι ἄν· τῆς δὲ πορείας ἐν τῇ Σίνῃ ἀρξάμενος, ὁ σιδηροδρόμος εἰς τὴν Σιβηρίαν εἰσέλθοι ἂν καί, διὰ τῆς Σιβηρίας πορευθείς, εἰς τὴν Ἀλάσκαν εἰσέλθοι ἄν, ἀλλὰ ἵνα τοῦτο δυνατὸν γένοιτο δέοι ἂν ὑπόνομον ὑπὸ τοῦ Βεριγγείου Πορθμοῦ διορύττειν, διακόσια χιλιομέτρα τὸ μῆκος, τετράκις τὸ μῆκος τῆς Μάγχης· ἐκ μὲν τῆς ἀρχῆς εἰς τὸ τέλος αὕτη ἡ πορεία γένοιτο ἂν μακρότερα τρισχίλια χιλιομέτρα τοῦ Ὑπερσιβηρικοῦ Σιδηροδρόμου, ὁ δὲ χρόνος εἴη ἂν δύο ἡμέραι τὸ μῆκος. ὅμως δὲ λέγουσιν οἱ δημοσιογράφοι ὅτι τὸ νῦν εἶναι οὐ πολλοὶ ἔμπειροι ταύτῃ τῇ βουλῇ ἐπικουροῦσιν.