Τρίτη 30 Σεπτεμβρίου 2014

Ὁ Κῖμ Ἰὸγγ-Οὖν ἀσθενεῖ, τρομοκρατικαὶ ἐπιβολαὶ ἐν τῇ Κίνῃ καὶ ἐπιβολὴ ἐπὶ τὸ Ἰσλαμικὸν Κράτος

Ὁ Κῖμ Ἰὸγγ-Οὖν
Ἡ τῆς Βορείας Κορέας ἀρχὴ εἶπε νεωστὶ ὅτι ὁ ἄρχων Κῖμ Ἰὸγγ-Οὖν ἀσθενοίη, τοῦτο δὲ ἀκούσαντες οἱ πλεῖστοι τῶν πολιτῶν ἐθαύμασαν, οὐ μὲν διότι ὁ ἄρχων ἀσθενεῖ, ἀλλὰ διότι ὡς ἐπὶ τὸ πολὺ ἐν ἐκείνῃ τῇ χώρᾳ ἐπειδάν τις τῶν ἀρχόντων ἀσθενῇ οἱ δημοσιογράφοι οὐδὲν περὶ τούτου λέγειν δύνανται, νῦν δὲ τὸ πρῶτον τοιαῦτα οἱ πολῖται ἤκουσαν. τῷ μὲν μηνὶ Ἰουλίῳ ἐξῆν τὸν ἄρχοντα διὰ τῆς τηλεοράσεως ἰδεῖν χωλεύοντα, νῦν δὲ οὐδεὶς νεωστὶ αὐτὸν εἶδεν ἐν τῷ ἐμφανεῖ. λέγεται ὅτι ἡ τῆς ἀσθενείας γένεσις ἐπὶ τῷ τε λίαν οἰνόπνευμα πίνειν καὶ τῇ πολυσαρκίᾳ κεῖται.

πεντήκοντα δὲ ἄνθρωποι ἐν τῇ Κίνῃ ἀπέθανον τρομοκρατικῶν ἐπιβολῶν ἕνεκα· τέτταρες βόμβαι ἐξερράγησαν ἐν τῷ Σιγχιάγγ, μέρει ὄντι τῆς χώρας ἐπὶ τῇ ἑσπέρᾳ κειμένῳ. ὁ τῆς ἀρχῆς φερέφωνος εἶπεν ὅτι καὶ οἰ τρομοκράται αὐτοὶ ἀποθάνοιεν, εἴτε ταῖς βόμβαις αὐταῖς εἴτε ταῖς τῶν φυλάκων πυροβολαῖς. ἐν δὴ τούτῳ τῷ τῆς χώρας μέρει συνεχῶς οἵ τε Οὐιγοῦροι (οἳ τυγχάνουσιν ἐκεῖ ἔντοποι ὄντες) καὶ οἱ πολῖται ἐξ ἄλλων τῆς Κίνης μερῶν ἀφικόμενοι ἐπὶ ἀλλήλους ἅμιλλαν ἔχουσιν· λέγουσι μὲν οἱ Οὐιοῦροι ὅτι οἱ Σίνοι τὴν ἔντοπον δίαιταν διαφθείρουσιν, ἀποκρίνονται δὲ οἱ Σίνοι ὅτι αὐτοὶ εἰς ταύτην τὴν χώραν μεγάλην ἐπίδοσιν εἰσενηνόχασιν.

αἱ δὲ ΗΑΠ καὶ οἱ σύμμαχοι δώδεκα διυλιστήρια πετρελαίου διέφθειραν ἐν τῷ τοῦ Ἰρᾶκ μέρει ὃ τὸ Ἰσλαμικὸν Κράτος κατέχει· τὸ μὲν ΙΚ πλεῖστα χρήματα ἐκ τοῦ πετρελαίου κτᾶται, διὰ δὲ τοῦτο αἱ ΗΑΠ καὶ οἱ σύμμαχοι τὰ διυλιστήρια ἐκεῖ κείμενα διαφθείρειν ἐβουλεύσαντο ἵνα τὸ ΙΚ κωλύοιεν χρήματα ἐκεῖθεν κτᾶσθαι. τῶν ἀεροσκαφῶν ἃ τὰ διυλιστηρία ἐβομβάρδισαν οἱ μὲν σύμμαχοι δέκα ἐπόρισαν, αἱ δὲ ΗΑΠ ἕξ. νῦν δὲ τῷ προέδρῳ Ὀβάμα ἄλλας χώρας πείθειν πειρωμένῳ ὥστε τῷ ΙΚ ἐπιθέσθαι τὸ μὲν Βέλγιον καὶ ἡ Ὁλλανδία ἤδη ὑπέσχοντο ἑκάστη ἓξ ἀεροσκάφη πέμψαι, ἡ δὲ Γαλατία οὐκέτι διέγνω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλώ να γράφετε με Ελληνικούς χαρακτήρες και να είστε κόσμιοι στις εκφράσεις σας. Οποιοδήποτε άλλο σχόλιο με γκρικλις και ξένη γλώσσα θα διαγράφετε. Ευχαριστώ!

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ