Τετάρτη 23 Ιουλίου 2014

Δυοῖν στρατηγοῖν καταγιγνώσκουσιν ἐν τῇ Τουρκίᾳ


Ὁ στρατηγὸς Ἐβρέν, ἐν τῷ κέντρῳ, καὶ ὁ στρατηγὸς Σαχιγκαίας τῇ ἀριστερᾷ αὐτοῦ

Τῷ 1980ῷ ἔτει τὴν ἀρχὴν βίᾳ κατέλαβον

Τῇ δωδεκάτῃ τοῦ Σεπτεμβρίου μηνὸς τοῦ 1980οῦ ἔτους τὸ τῆς Τουρκίας στράτευμα τὴν ἀρχὴν βίᾳ κατέλαβεν, οἱ δὲ στρατηγοὶ δικτατωρείαν καταθέντες τρία ἔτη τῆς χώρας ἦρχον. νῦν δὲ ἤδη τοσαῦτα ἔτη ἐξῆλθεν ὥστε ἐκείνων τῶν στρατηγῶν μόνοι δύο περίεισιν, ὁ Κενὰν Ἐβρέν, ἐνενήκοντα καὶ πέντε ἔτη γεγονώς, καὶ ὁ Τασὶν Σαχινκαίας, ἐνενήκοντα ἔτη γεγονώς.

τῷ 1980ῷ ἔτει, μετὰ τρία ἔτη πολιτικῶν ἐν ταῖς ἀγυιαῖς ἁμιλλῶν πλήρη (πεντακισχίλιοι ἄνθρωποι ἀπέθανον) καὶ ἐν αὐτῇ τῇ Βουλῇ, τοῖς στρατηγοῖς ἔδοξε τὴν ἀρχὴν βίᾳ καταλαβεῖν. οὐ μὲν τὸ πρῶτον ἐν τῇ Τουρκίᾳ τοῦτο ἐγένετο, ἄλλοι γὰρ στρατηγοὶ τὸ αὐτὸ ἤδη τὸ πρότερον ἐπεποιήκεσαν, ἀλλὰ οὐδὲν ἄλλο ἐποίησαν ἢ νόμους τινὰς μεταβαλεῖν· ὅμως δὲ τῷ 1980ῷ ἔτει οὗτοι οἱ στρατηγοὶ πολλῷ χαλεπώτερον τοὺς πολίτας τοὺς ἀνθισταμένους κατέσχον· παραδείγματος ἕνεκα, τριακόσιοι μὲν καὶ πεντήκοντα πολῖται ἐν τῷ δεσμωτηρίῳ ἀπέθανον, μυρίους δὲ ἄλλους φοβουμένους μὴ τὸ αὐτὸ πάθοιεν ἐδέησεν ἐκ τῆς χώρας ἐκφυγεῖν.

οἱ νῦν φεύγοντες στρατηγοὶ ἐν τῷ δικαστηρίῳ οὐ παρῆσαν, γεραίτατοι γάρ ὄντες τηλεδιασκέψει χρώμενοι τῆς δίκης μετέσχον· καίπερ καταγνωσθέντες, εἰς τὸ δεσμωτήριον οὐκ εἰσβήσονται οὕτω τηλικοῦτοι ὄντες, ὅμως δὲ ἐκ τοῦ στρατεύματος ἐκβληθήσονται.

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ