Τρίτη 3 Μαρτίου 2015

Ἡ Αἴγυπτος τὴν ὀργάνωσιν Χαμὰς ὡς παράνομον ἐγγράφει, τὸν δὲ Βορὶς Νέμζωβ ἀποκτείνουσιν

Ὁ τῆς Αἰγύπτου πρόεδρος Ἂλ Σισί
Χθὲς οἱ Αἰγύπτιοι δικασταὶ τὴν ἰσλαμικὴν ὀργάνωσιν Χαμὰς ἐνέγραψαν ἐν τῷ καταλόγῳ τῶν τρομοκρατικῶν ὀργανώσεων. ἡ τῆς Αἰγυπτίου ἀρχὴ τῇ ὀργανώσει Χαμὰς κακῶς διακεῖται, κάκιον δὴ καθ' ἡμέραν, ἐξ οὗ ὁ νῦν πρόεδρος Ἂλ Σισὶ τῷ μηνὶ Ἰουλίῳ τοῦ 2013ου ἔτους τῷ στρατεύματι χρώμενος..... τὸν τότε πρόεδρον Μοχάμεδ Μόρσι ἐκ τῆς ἀρχῆς βίᾳ ἐξέβαλεν, ὃς κοινωνὸς τῶν Μουσουλμάνων Ἀδελφῶν ἦν, τοῦ κόμματος ὃ ἐν ταῖς ἀρχαιρεσίαις ἐνενικήκει.

ἡ μὲν ὀργάνωσις Χαμὰς ἐκ τῶν Μ.Α. ἐγένετο, ἡ δὲ τῆς Αἰγύπτου ἀρχὴ ταύτην τὴν ὀργάνωσιν ἀεὶ ᾐτιᾶτο μεμφομένη ὅτι ἡ Χαμὰς ἐν τοῖς τῆς Αἰγύπτου πράγμασι πολυπραγμονοίη καὶ ὅτι τοῖς ὐιχαδισταῖς ἐπικουροίη οἳ τοῖς ἐν τῇ τοῦ Σιναὶ χερσονήσῳ Αἰγυπτίοις στρατιώταις ἐπιτίθενται. ὅμως δὲ ἡ Χαμὰς τοῦτο παντελῶς ἀρνεῖται.

ἐν δὲ τῇ Ῥωσσίᾳ ὁ Βορὶς Νέμζωβ ἀπέθανε προχθὲς ὑπὸ ἀγνώστου ἀνθρώπου ὃς ἐπὶ αὐτὸν τετράκις ἐπυροβόλησεν. ὁ Β. Ν. ἀεὶ τῷ προέδρῳ Ποῦτιν ἀνθίστατο καὶ ἔμελλε τεκμήρια παρέξειν ἃ δείξαιντο ἂν τὴν Ῥωσσίαν εἰς τὴν Οὐκραίναν στρατιώτας πέμπουσαν (ὃ πάντες ἤδη ἴσμεν), διὰ δὲ ταῦτα οἱ πολῖται εἰδέναι βούλονται νῦν πότερον ὁ πρόεδρος Ποῦτιν τοῦτον τὸν φόνον ἐκέλευσεν ἢ οὔ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλώ να γράφετε με Ελληνικούς χαρακτήρες και να είστε κόσμιοι στις εκφράσεις σας. Οποιοδήποτε άλλο σχόλιο με γκρικλις και ξένη γλώσσα θα διαγράφετε. Ευχαριστώ!

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ