Τρίτη 3 Μαρτίου 2015

Ἆρα κινεῖται ἡ γῆ;

Ὁ ἱερεύς
Νεωστὶ Σαουδικὸς ἱερεὺς ἐνδοξότατος ἐγένετο, ὅμως δὲ οὐ τοιούτῳ τῷ τρόπῳ οἷον αὐτὸς ἤλπιζεν, εἶπεν γὰρ ὅτι ἡ μὲν γῆ οὐ κινοῖτο περὶ τὸν ἥλιον, ὁ δὲ ἥλιος κινοῖτο περὶ τὴν γῆν ἀκίνητον μένουσαν. τοῦτο δὲ οὕτως ἐγένετο· συνόδου γενησομένης ἐν πανεπιστημίῳ τινὶ ἐν τῇ Σαουδικῇ Ἀραβίᾳ,....
ἔδοξε τοῖς μαθηταῖς τοῦτον τὸν ἱερέα παρακαλεῖν· διελέγοντο μὲν οἱ μαθηταὶ περὶ τῆς ἀστρονομίας καλὴν ἐπιστήμην δεικνύντες, ἐξαίφνης δὲ πάντες οἱ παρόντες ἐθαύμασαν ἀκούσαντες τοῦ ἱερέως λέγοντος ὅτι ἡ γῆ οὐ κινεῖται. θορύβου γενομένου, τοῖς θαυμάσασι μαθηταῖς τόδε τὸ τεχνικὸν παράδειγμα προύθηκεν ὁ ἱερεύς· εἰ ἀεροσκάφος τι μέλλοι ἐκ τῆς Ἀραβίας πρὸς τὴν Σίναν πετήσεσθαι ἅμα τῆς γῆς κινουμένης, δέοι ἂν τὸ ἀεροσκάφος μόνον ἐν τῷ ἀέρι μένειν οὐ κινούμενον... καὶ ἡ Σίνα αὐτὴ πρὸς τὸ ἀεροσκάφος ἥκοι ἄν, διότι εἰ τὸ ἀεροσκάφος πέτοιτο... οὐδέποτε εἰς τὴν Σίναν ἀφίκοιτο ἄν, ἡ γὰρ Σίνα ἅμα καὶ κινοῖτο ἄν.

τούτου τοῦ ἀγγέλματος οὐ διὰ πολλοῦ διὰ πάσης τῆς οἰκουμένης διασπαρέντος, πολλοὶ ἄνθρωποι πρὸς τοῦτο ἐν τοῖς καλουμένοις “κοινωνικοῖς δικτύοις“ (Twitter κτλ.) μάλιστα ἔπαιζον, πολλοὶ δὲ ἔγραψαν "Eppure non si muove", μεταβαλόντες τὴν ἔνδοξον φράσιν "Eppure si muove" ἣν ὁ Γαλιλέος τοῖς δικασταῖς εἶπεν αὐτὸν δικάζουσι ἅτε διαβεβαιούμενον ὅτι ἡ γῆ κινοῖτο.

ἴσως ἡμεῖς αὐτοὶ οὐχ ὑπάρχομεν καὶ μόνον σκιὰ ὀνείρου ἐσμέν;


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλώ να γράφετε με Ελληνικούς χαρακτήρες και να είστε κόσμιοι στις εκφράσεις σας. Οποιοδήποτε άλλο σχόλιο με γκρικλις και ξένη γλώσσα θα διαγράφετε. Ευχαριστώ!

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ