Πέμπτη 3 Απριλίου 2014

Ὁ Μανουὲλ Βάλλς, νέος Πρωθυπουργὸς τῆς Γαλατίας

Μέχρι τοῦ νῦν Ὑπουργὸς τῶν Ἐσωτερικῶν ἦν
Juan Coderch (University of St Andrews)

Ὁ μὲν τῆς Γαλατῖας Πρόεδρος, Φρανσουὰ Ὁλλάνδ, τὸν Μανουὲλ Βάλλς νέον Πρωθυπουργὸν τῆς Γαλατίας χθὲς κατέστησεν, οὕτω δὲ ὁ Μ. Β., Πρωθυπουργὸς καταστάς, τῷ Ζὰν-Μὰρκ Αἰρὼ διαδέξεται. ἡ δὲ αἰτία ταύτης τῆς αἰφνιδίου μεταβολῆς.... ἥδε ἐστίν· ἀρχαιρεσιῶν γενομένων ἐν αἷς ἔδει τοὺς πολίτας αἱρεῖσθαι τοὺς τῶν πόλεων ἄρξοντας, τὸ Σοσιαλιστικὸν ...κόμμα ἐν πλείοσιν ἑκατὸν καὶ πεντήκοντα πόλεσιν πλείους ἐνακισχιλίους οἰκέτας ἐχούσαις ἐκ τῆς ἀρχῆς ἐξεβλήθη· τούτου δὲ γενομένου, πάντες μὲν οἱ τοῦ Ὁλλὰνδ ὑπουργοὶ τῆς ἀρχῆς ἕκοντες ἐξέστησαν, ὁ δὲ τὸν Μ Β. ᾔτησε νέαν ἀρχὴν καταστῆσαι.

ὁ Ὁλλάνδ, τὰ νέα περὶ τῆς ἀπροσδοκήτου ἥττης δεξάμενος, διὰ τῆς τηλεοράσεως εἶπεν ὅτι τὸ ἄγγελμα ὑπὸ τῶν πολιτῶν πεμφθὲν συνείη, οὐ γὰρ μόνον πολλοὶ πολῖται οἳ τὸ πρότερον αὐτῷ ἐψηφίζοντο νῦν οὐκέτι ἐπικουροῦσιν ἀλλὰ καὶ πολλοὶ ἄλλοι οὐδὲ οὐδενὶ ἄλλῳ ἐψηφίσαντο ἅτε πᾶσι τοῖς πολιτικοῖς δυσαρεστοῦντες.

ὀ νέος Πρωθυπουργὸς ἐν τῇ Βαρκελόνῃ ἐγένετο, καίπερ ἀεὶ ἐν τῇ Γαλατίᾳ ᾠκηκώς, ἤδη δὲ ἑπτακαίδεκα ἔτη γεγονὼς τῷ Σοσιαλιστικῷ Κόμματι συνεργάζετο.

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ