Δευτέρα 14 Απριλίου 2014

Τὸ Δονὲτσκ βούλεται ἀπὸ τῆς Οὐκραίνης ἀποστῆναι

Πρόβολος ἐν τῇ πόλει Λουγάνσκ
Οἱ ἀνθιστάμενοι βοήθειαν τὴν Ῥωσσίαν παραιτοῦσιν
http://www.akwn.net/
Τῇ Δευτέρᾳ διαδηλωταί τινες οἳ καίπερ ἐν τῇ Οὐκραίνῃ οἰκοῦντες αἰσθάνονται Ῥωσσικοὶ ὄντες εἰς τὸ τῆς ἀρχῆς πρῶτον οἴκημα βίᾳ εἰσελθόντες τὸ τῆς Οὐκραίνης σημεῖον ἀφεῖλον καὶ ἀντὶ τούτου τὸ Ῥωσσικὸν ἐνέθεσαν,.... βούλονται γὰρ ἀπό τε τῆς Οὐκραίνης ἀποστῆναι καὶ τῇ Ῥωσσίᾳ συστῆναι, τὸ δὲ αὐτὸ ὃ ἐν τῇ Κριμέᾳ νεωστὶ ἐγένετο κτᾶσθαι πειρώμενοι οἱ ἀνθιστάμενοι βοήθειαν πέμψαι τὴν Ῥωσσίαν παρῄτησαν.

τὰ προβλήματα ἐν ταῖς πόλεσι Χαρκόβῳ καὶ Λουγὰνσκ τὸ ἐπίκεντρον ἔχει, ἐκεῖ γὰρ πρῶτον μὲν οἱ ἀνθιστάμενοι οἰκήματά τινα τῆς ἀρχῆς ἔλαβον, ἔπειτα δὲ οἱ φύλακες τοὺς ἐν τῇ πόλει Χαρκόβῳ τὸ οἴκημα καταλαβόντας ἐκ τοῦ οἰκήματος ἐξέβαλον, οὐ μέντοι τοὺς ἐν τῇ πόλει Λουγάνσκ τὸ αὐτὸ ποιήσαντας, οὗτοι γὰρ τὸ οἴκημα καταλαβόντες μεγάλους προβόλους πρὸ τοῦ οἰκήματος κατέστησαν καὶ ἑξήκοντα ἀνθρώπους οἳ εἴσω τοῦ οἰκήματος ἐτύγχανον ὄντες κατεῖχον (τέλος δέ, πολὺν χρόνον τοῖς φύλαξι διαλεχθέντες, αὐτοὺς τῇ προτεραίᾳ νυκτὶ ἐξελθεῖν εἴασαν)· τῶν ἀνθισταμένων ἔτι καὶ νῦν ἐκεῖ μενόντων, οὐ σαφές ἐστιν ὅ τι δεῖ ποιεῖν, ὁ δὲ τῶν Ἐσωτερικῶν Ὑπουργός, ὁ Ἄρσην Ἀβάκοβ, τοῖς ἀνθισταμένοις ἠπείλησεν ὅτι, εἰ τὸ οἴκημα δυοῖν ἡμέραιν μὴ καταλιποῖεν, τοὺς στρατιώτας εἰσπέμψοι.

πάντα οὕτω ταχέως ἐγένετο ὥστε οἱ ἄρχοντες ἀπροσδόκητοι ὄντες οὐκ ᾔσαν ὅ τι δέοι ποιεῖν· τῆς Κριμέας ἤδη ἀπὸ τῆς Οὐκραίνης ταχέως ἀποστάσης, οἱ ἄρχοντες πειρῶσι νῦν προφυλάττεσθαι πρὶν τὸ αὐτὸ αὖθις πανταχοῦ διὰ τῆς χώρας γενέσθαι, ἄλλοθί τε καὶ ἐν τοῖς μέρεσιν οὗ οἱ πολῖται τῇ Ῥωσσικῇ γλώττῃ χρῶνται. 

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ

Έλληνες-ΑΥΤΗ Η ΓΗ ΕΧΕΙ ΦΩΝΗ ΚΑΙ ΕΙΝΑΙ ΕΛΛΗΝΙΚΗ